Ancient Greek · ~3 min
13.1 to 13.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 13.1-4-3
Not analysed yet
Ἔστιν οὖν, φησίν, ἡ μονάς, ἡ μία κεραία, καὶ δεκάς· δύναμις γὰρ αὕτη τοῦ ῑ μιᾶς κεραίας κεραίας **καὶ δυὰς καὶ τριὰς καὶ τετρὰς καὶ πεντὰς καὶ ἑξὰς καὶ ἑπτὰς καὶ ὀγδοὰς καὶ ἐννεὰς μέχρι τῶν δέκα· οὗτοι γάρ, φησίν, εἰσὶν οἱ πολυσχιδεῖς ἀριθμοὶ ἐν ἐκείνῃ κατοικοῦντες τῇ ἁπλῇ καὶ ἀσυνθέτῳ τοῦ ἰῶτα κεραίᾳ μιᾷ. καὶ τοῦτό ἐστι τὸ εἰρημένον· »ὅτι πᾶν τὸ πλήρωμα ηὐδόκησε κατοικῆσαι ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου σωματικῶς· «αἱ γὰρ τοιαῦται τῶν ἀριθμῶν συνθέσεις ἐξ ἁπλῆς καὶ ἀσυνθέτου τῆς μιᾶς κεραίας τοῦ ἰῶτα σωματικαὶ γεγόνασι, φησίν, ὑποστάσεις. γέγονεν οὖν, φησίν, ἀπὸ τοῦ τελείου ἀνθρώπου ὁ υἱὸς τοῦ ἀνθρώπου, ὃν ἔγνωκεν οὐδείς, φαντάζεται δέ, φησίν, ὡς γέννημα θηλείας ἡ κτίσις πᾶσα τὸν εἱὸν ἀγνοοῦσα, οὗ υἱοῦ ἀκτῖνες ἀμυδραὶ πάνυ ἐμπελάζουσαι τῷδε τῷ κόσμῳ συνέχουσι καὶ συγκρατοῦσι τὴν μεταβολήν, τὴν γένεσιν.