Ancient Greek · ~3 min
13.10 to 13.11
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 13.10-11
Not analysed yet
καὶ γὰρ ὅρια τῶν ἀστέρων οἱ ἀστρολόγοι λέγουσιν, ἐν οἷς μᾶλλον δύνασθαι φάσκουσι τοὺς ἄρχοντας ἀστέρας. οἷον ἔν τισι <μὲν κακοποιοῦσιν, ἔν τισι> δὲ ἀγαθοποιοῦσιν, τινας κακοποιοὺς λέγουσι, τινὰς δὲ ἀγαθοποιούς. ἐπιβλέπειν δὲ λέγονται ἀλλήλους καὶ συμφωνεῖν ἀλλήλοις, <ὡς> οἱ κατὰ τρίγωνον τετράγωνον φαινόμενοι. κατὰ τρίγωνον μὲν〉 οὖν σχηματίζονται ἐπιθεωροῦντες ἀλλήλους ἀστέρες, ἐπὶ τριῶν ζῳδίων ἔχοντες τὸ μεταξὺ διάλειμμα, κατὰ τετράγωνον δὲ δυεῖν. <ὂν δὲ <ὃν κεφαλῇ μὲν τὰ ὑποκείμενα μέρη πάσχειν] συμπάσχειν συμπάσχειν δὲ καὶ τοῖς ὑποκειμένοις τὴν κεφαλήν, οὕτως καὶ τοῖς ὑπερσεληναίοις τὰ ἐπίγεια. ἀλλὰ γάρ τίς ἐστι τούτων διαφορὰ καὶ ἀσυμπάθεια, ὡς μὴ μίαν καὶ τὴν αὐτὴν ἐχ· όντων ἕνωσιν.