# Refutatio Omnium Haeresium 13.2-7

Hippolytus, Refutatio Omnium Haeresium, 13.2 to 13.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/13.2

λαμβάνειν δὲ κόσμον ἀπὸ κόσμου δύναμίν τινα καὶ μετουσίαν, καὶ μετέχειν ἀπὸ τῶν ὑπερκειμένων τὰ ὑποκείμενα. ἵνα δὲ ἔσται τὸ λεγόμενον ἐμφανές, αὐταῖς ἐκείναις ταῖς τῶν ἀστρολόγων ἐκ μέρους χρήσομαι φωναῖς ὑπομνήσων τοὺς ἐντυγχάνοντας τὰ προειρημένα ἐν τῷ τόπῳ, οὗ ἐξεθέμεθα τὴν τῶν ἀστρολόγων πᾶσαν τέχνην. ἃ μὲν οὖν ὡς] ἐκείνοις δοκεῖ, ἔστι τάδε· ἀπὸ τῆς τῶν ἄστρων ἀπορροίας τὰς γενέσεις τῶν ὑποκειμένων ἀποτελεῖσθαι. περιεργότερον γὰρ ἀνα- βλέφαντες εἰς τὸν οὐρανὸν οἱ Χαλδαῖοι ἔφασαν δραστικῶν μὲν αἰ τιῶν ἐπέχειν λόγον εἰς <τὸ> ἕκαστον τῶν καθ’ ἡμᾶς συμβαινόντων <ἐκβαίνειν τοὺς ἐπτὰ ἀστέρας> συνεργεῖν δὲ τὰ τῶν μέρη. <τὸν μὲν οὖν ζῳδιακὸν κύκλον διαιροῦσιν εἰς μέρη> ἕκαστον δὲ ζῴδιον εἰς μοίρας τριάκοντα, ἑκάστην δὲ μοῖραν εἰς ἑξήκοντα λεπτά· οὕτω γὰρ καλοῦσι τὰ ἐλάχιστα καὶ τὰ ἀμερῆ. τῶν δὲ ζῳδίων τὰ μὲν ἀρρενικὰ καλοῦσι, τὰ τὰ θηλυκά· καὶ τὰ μὲν δίσωμα, τὰ δὲ οὔ· καὶ τὰ μὲν τροπικά, τὰ δὲ στερεά. ἀρρενικὰ μὲν οὖν ἐστιν ἢ θηλυκά, ἅπερ συνεργὸν ἔχει φύσιν πρὸς ἀρρενογονίαν <ἢ Κριὸς γὰρ ἀρρενικόν ἐστι ζῴδιον, Ταῦρος δὲ θηλυκόν, καὶ τὰ λοιπὰ κατὰ τὴν αὐτὴν ἀναλογίαν, ἃ μὲν ἀρρενικά, ἃ δὲ θηλυκά. ἀφ ὧν, οἴομια, <καὶ οἱ> Πυθαγορικοὶ κινηθέντες τὴν μὲν μονάδα προσαγορεύουσι, τὴν δὲ δυάδα θῆλυ, τὴν δὲ τριάδα πάλιν ἄρρεν· καὶ ἀναλόγως τοὺς λοιποὺς τῶν τε ἀρτίων τε] καὶ περισσῶν ἀριθμῶν. ἔνιοι δὲ καὶ ἕκαστον ζῴδιον εἰς δωδεκατημόρια διελόντες τῇ αὐτῇ σχεδὸν ἐφόδῳ χρῶνται, οἷον ἐπὶ Κριοῦ <τὸ μὲν πρῶτον δωδεκατημόριον αὐτοῦ Κριόν τε> καλοῦσι τε> <καὶ> ἄρρεν, τὸ δὲ Ταῦρόν ἄρρεν] τε καὶ θῆλυ. τὸ δὲ τρίτον Διδύμους <τε> καὶ καὶ ἐπὶ τῶν ἄλλων μοιρῶν δὲ ὁ αὐτὸς λόγος.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
