# Refutatio Omnium Haeresium 14.1-4-5

Hippolytus, Refutatio Omnium Haeresium, 14.1 to 14.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/14.1-4

Μωσέως οὖν έͅρηκότος· »ἕξ ἡμέραις ἐν έν ὁ θεὸς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τῇ ἑβδόμῃ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ‘, τὸν εἰρημένον τρόπον μετοικονομήσας ό Σίμων ἑωυτὸν θεοποιεῖ. ὄταν οὖν λέγωαιν, ὅτι εἰσὶ τρεῖς ἠμέραι πρὸ ἡλίου καὶ σελήνης γεγενημέναι, αἰνίσσονται νοῦν καὶ ἐπίνοιαν, τουτέστιν οὐρανὸν καὶ γῆν. καὶ τὴν ἑβδόμην δύναμιν τὴν ἀπέραντον· αὗται Κὰρ αἰ τρεῖς δυνάμεις εἰσὶ πρὸ πασῶν τῶν ἄλλων γενόμεναι. ὅταν δὲ λέγωσι· πρὸ πάντων τῶν αἰώνων γέννα με«, περὶ τῆς ὲβόόμης. φησί, δυνάμεως τὰ τποαῦτα λέγεται εἐ͂ναι. ἑβδόμη δὲ αὔτη δύναμις, ἥτις ἦν δύναμις ὑπάρχουσα ἐν τῇ ἀπεράντῳ δυνάμει, ἥτις γέγονε πρὸ πάντων τῶν αἰώνων. αὕτη ἐστί, φησίν, ἠ ἑβδόμη δύναμις, περὶ ἧς λέγει Μωσῆς· καὶ πνεῦμα θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὥδατος«, τουτέστι, φησί, τὸ πνεῦμα τὸ πάντα ἔχον ἐν ὲαυτῷ, ἑκὼν τῆς ἀπεράντου δυνάμεως, περὶ ῆς ὁ Σίμων λέγει· εἰκὼν ἐξ όφθάρτου μορφῆς, κοσμοῦσα μόνη πάντα«. αὕτη γὰρ ἡ δύναμις, ὴ ἐπιφερομένη ἐπάνω τοῦ ὕδατος ἐζ ἀφθάρτου, φησί, γεγενημένη μορφῆς κοσμεῖ μόνη πάντα. τοιαύτης οὖν τινος καὶ παραπλησίου τῆς κατασκευῆς τοῦ κόσμου γενομένης παρ’ αὐτοῖς, »ἔπλασε«, φησίν, »ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὰ τῆς γῆς« λαβών· ἔπλασε δὲ οὐχ ἁπλοῦν. ἀλλὰ διπλοῦν »κατ᾿ κἰκόνα καὶ καθ’ ὁμοίωσιν«.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
