Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.10
Not analysed yet
εἰ δὲ ἔσται ݲ τὸ ἔβδομον λέγει μβ· ἑπτάκις γὰρ ἕξ ݲ καὶ λοιπὸν ἕν· μονὰς οὖν γίνεται ὁ πυθμὴν ὁ ἀπὸ τῶν ݲ κατὰ τὸν ἑβδοματικόν. δεῖ δὲ προσέχειν ἐὰν ὁ ληφθεὶς ἀριθμὸς μεριζόμενος ἀπαρτίσῃ, οἷον ἐὰν ἔκ τινος ὀνόματος συντιθεὶς τοὺς πυθμένας εὕρω λόγου χάριν μονάδας λς· ὁ δὲ λς μεριζόμενος εἰς τὸν ἐννέα δ ἀπαρτίζει ἐννεάδας —ἐννάκις γὰρ δ λς, καὶ οὐδὲν περιλείπεται —· τὸν πυθμένα οὖν αὐτὸν τὸν θ δῆλον εἶναι.