Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 14
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.3-2
Not analysed yet
δύναμις πεπιστευμένη τὴν Θάλασσαν ἀρρενόθηλυς, ἣ τὸν ἀνατρέχοντα συριγμὸν ἀπὸ τῶν δώδεκα στομάτων τοῖς δώδεκα αὐλίσκοις ἁρμόζουσα διαχύνει λεπτὴ οὖσα καὶ καθαιροῦσα τὴν κατέχουσαν λάβρον ἀναφοράν, καὶ σφραγίζει ἀτραπῶν ὁδοὺς αὐτῆς, πρὸς τὸ μὴ πολεμῆσαι ἢ ἐναλλάξαι τὸ †μὴ δι᾿ αὐτῆς θυγάτηρ τυφωνικὴ πιστὴ φύλαξ ὑδάτων παντοίων. ὄνομα αὐτῇ Χορζάρ· ταύτην ἡ ἀγνωσία ἐκάλεσε Ποσειδῶνα, οὗ κατ’ εἰκόνα ἐγένετο Γλαῦκος, Μελικέρτης, Ἰνώ, Νεβρόη.