# Refutatio Omnium Haeresium 14.4-2-10

Hippolytus, Refutatio Omnium Haeresium, 14.4 to 14.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/14.4-2

περιεσφαιρωκὼς τὴν δωδεκαγώνιον πυραμίδα, πύλην εἰς πυραμίδα σκοτίζων ποικίλαις χρόαις καὶ ἀπαρτίζων πᾶσαν τὴν νυκτόχρουν — τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Κόρην —, οὗ λειτουργοὶ πέντε· πρῶτος Οὔ, δεύτρος Ἀοαί, τρίτος Οὐώ, τέταρτος Οὐωάβ, πέμπτος † ἄλλοι πιστοὶ οἰκονόμοι αὐτοῦ τῆς τοπαρχίας ἡμέρας καὶ νυκτὸς οἱ ἀναπαυόμενοι ἐν τῇ ἐξουσίᾳ αὐτῶν. τούτους ἡ ἀγνωσία ἐκάλεσε τοὺς πλανήτας ἀστέρας, ἐφ’ ὧν ἡ φθαρτὴ γένεσις αἰωρεῖται. ἀέρος ἀνατολῆς οἰκονόμος Καρφακασημεοχείρ, Ἐκκαββάκαρα· τούτους ἐκάλεσεν ἡ ἀγνωσία Κουρῆτας. ἄρχων ἀνέμων τρίτος Ἀριήλ, οὗ κατ’ εἰκόνα ἐγένετο Αἴολος, Βριάρης. καὶ ἄρχων δωδεκαώρου νυκτερινῆς Σοκλάν, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ὄσιριν· τούτου κατ’ εἰκόνα ἐγένετο Ἄδμητος, Μήδεια, Ἕλλην, Αἴθουσα· ἄρχων ἡμερινῆς δωδεκαώρου Εὐνώ· οὗτος οἰκονόμος τῆς πρωτοκαμάρου ἀνατολῆς καὶ αἰθερίου, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἰσιν. τούτου σημεῖον τὸ κυνὸς ἄστρον, οὗ κατ’ εἰκόνα ἐγένοντο Πτολεμαῖος ὁ Ἀρσινόης, Διδύμη, Κλεοπάτρα, Ὀλυμπιάς. δύναμις θεοῦ δεξιά, ἣν ἐκάλεσεν ἡ ἀγνωσίας Ῥέαν, οὗ κατ’ εἰκόνα ἐγένοντο Ἄττις, Μύγδων, Οἰνώνη. δύναμις ἀριστερὰ τροφῆς ἐξουσιάζει, ἣν ἐκάλεσεν ἡ ἀγνωσία Δήμητραν, ὄνομα αὐτῇ Βένα· τούτου κοτ’ εἰκόνα ἐγένοντο Κελεός, Τριπτόλεμος, Μισυρ, Ἀπραξία. δύναμις δεξιὰ ἐξουσιάζει καρπῶν· τοῦτον ἡ ἀγνωσία ἐκάλεσε Μῆνα, οὗ κατ’ εἰκόνα ἐγένοντο Βουμέγας, Οστάνης, Ἑρμῆς τρισμέγιστος, Κουρίτης, Πετόσιρις, Ζωδάριον, Βηρωσός, Ἀστράμψουχος, Ζωρόαστρις. δύναμις πυρὸς εὐώνυμος· τοῦτον ἡ ἀγνωσία ἐκάλεσεν Ἥφαιστον, οὗ κατ’ εἰκόνα ἐγένοντο Ἐριχθόνιος, Ἀχιλλεύς, Καπανεύς, Φλέγων, Μελέαγρος, † τὰ δύηκεν, Κέλαδος, Ῥαφαήλ, Σουριήλ, Ὀμφάλη. δυνάμεις τρεῖς μέσαι τοῦ ἀέρος κερμάμεναι, αἰτίαι γενέσεως. ταύτας ἡ ἀγνωσία ἐκάλεσε Μοίρας, ὧν κατ εἰκόνα ἐγένοντο οἶκος Πριάμου, οἶκος Λαΐου, Ἰνώ, Αὐτονόη, Ἀγαυή, Ἀθάμας, Πρόκνη, Δαναΐδες, Πελιάδες. δύναμις ἀρσενόθηλυς ἀεὶ νηπιάζουσα, ἀγήρατος, αἰτία κάλλους, ἠδονῆς, ἀκμῆς, ὀρέξεως, ἐπιθυμίας, ὃν ἐκάλεσεν ἡ ἀγνωσία Ἔρωτα, οὗ κατ’ εἰκόνα ἐγένοντο Πάρις, Νάρκισσος, Γανυμήδης, Ἐνδυμίων, Τιθωνός, Ἰκάριος, Λήδαι Ἀμυμώνη, Θέτις, Ἑσπερίδες, Ἰασίων, Λέανδρος, Ἡρώ. οὗτοί εἰσιν οἱ προάστειοι ἕως αἰθέρος·» οὕτω γὰρ καὶ ἐπιγράφει τὸ βιβλίον.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
