Ancient Greek · ~4 min
14.8 to 14.10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 14.8-3-10
Not analysed yet
ἕτερος δὲ ἄρχων ἀπὸ τῆς πανσπερμίας ἀνέβη, μείζων μὲν πάντων τῶν ὑποκειμένων χωρὶς τῆς ἐγκαταλελειμμένης υἱότητος, πολὺ δὲ ἐλάττων τοῦ προτέρου· ὃν καλοῦσιν ἑβδομάδα. αὐτός ἐστι πάντων τῶν ὑφ’ αὑτὸν ποιητὴς καὶ δημιουργὸς καὶ διοικητής· καὶ οὑτος ἑαυτῷ ἐποίησεν υἱὸν φρονιμώτερον καὶ σοφώτερον. ταῦτα δὲ πάντα κατὰ προλογισμὸν εἶναι ἐκείνου τοῦ οὐκ ὄντος λέγουσιν, εἶναι δὲ κόσμους καὶ διαστήματα ἄπειρα. τὸν δὲ Ἰησοῦν τὸν ἐκ Μαρίας κεχω- ρηκέναι τὴν εὐαγγελίου δύναμιν, τὴν κατελθοῦσαν καὶ φωτίσασαν τόν τε τῆς ὀγδοάδος υἱὸν καὶ <τὸν> τῆς ἑβδομάδος, ἐπὶ καὶ φυλοκρινῆσαι καὶ καθαρίσαι τὴν καταλελειμμένην υἱότητα εἰς τὸ εὐεργετεῖν τὰς ψυχὰς καὶ εὐεργετεῖσθαι. καὶ αὐτοὺς εἶναι υἱούς φασιν, οἳ τούτου χάριν εἰσὶν ἐν κόσμῳ, ἵνα διδάξαντες τὰς ψυχὰς καθαρίσωσι καὶ ἅμα τῇ υἱότητι ἀνέλθωσι πρὸς τὸν ἄνω πατέρα, οὖ ἡ πρώτη ἐχώρησεν υἱότης· καὶ ἕως τούτου συνεστάναι φάσκουσι τὸν κόσμον, ἴως πᾶσαι αἱ ψυχαὶ ἅμα τῇ υἱότητι χωρήσωσι. ταῦτα δὲ καὶ Βασιλείδης τερατολογῶν οὐκ αἰσχύνεται.