# Refutatio Omnium Haeresium 15.1-2-4

Hippolytus, Refutatio Omnium Haeresium, 15.1 to 15.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/15.1-2

Οἶμαι δὲ ἐκδήλως ἐκτεθεῖσθαι καὶ τὴν τῶν ἀριθμητικῶν ἐπίνοιαν δι’ ἀριθμῶν καὶ ὀνομάτων τὸ ζῆν διακρίνειν νομιζόντων. τούτους δὲ κατανοῶ σχολὴν ἄγοντας καὶ ψήφῳ γεγυμνασμένους τεθεληκέναι διὰ τῆς παραδοθείσης αὐτοῖς ἐκ παίδων τέχνης θέλειν) εὐδοκιμοῦντας μάντεις προσαγορεύεσθαι. οἳ ἄνω κάτω τὰ στοιχεῖα καταμετροῦντες εἰς λῆρον ἐχώρησαν· ἐπὰν γὰρ ἀποτύχωσι, τὸ ἄπορον προβάλλοντες λέγουσι, μήτι τοῦτο ὄνομα γενικὸν οὐκ οὐκ ἐγένετο ἀλλὰ ἐπίθετον· ὡς καὶ ἐπὶ τοῦ Ὀδυσσέως κοὶ Αἴαντος ἐκπεσόντες κέν ἐλάλουν. τίς ἐκ ταύτης τῆς θαυμαστῆς φιλοσοφίας ἀφορμὰς λαβὼν καὶ θελήσας αἱρεσιάρχης καλεῖσθαι οὐ δοξασθήσεται; ἀλλ᾿ ἐπεὶ καὶ ἑτέρα τις τέχνη βαθυτέρα ἐστὶ παρὰ τοῖς πανσόφοις Ἑλλήνων μεριμνηταῖς, οἷς εὔχονται μαθητεύειν οἱ αἱρετικοὶ διὰ τὸ ταῖς αὐτῶν δόξαις χρῆσθαι πρὸς τὰ ὑπ’ αὐτῶν ἐπιχειρούμενα, καθὼς ὑποδειχθήσεται μετ᾿ οὐ πολύ — αὕτη δέ ἐστι μετωποσκοπικὴ μαντεία, μᾶλλον δὲ μανία —, οὐδὲ ταύτην σιωπήσομεν· εἰσὶν οἳ τοῖς ἄστροις ἀναφέρουσι τὰς μορφὰς τύπων τε ἰδέας καὶ τὰς φύσεις τῶν ἀνθρώπων ἐπὶ τὰς† κατὰ ἀστέρων γενέσεις ἀναλογιζόμενοι. οὕτω λέγουσι οἱ <ἐν> Κριῷ γεννώμενοι τοῖοι κεφαλῇ ἐπιμήκει, τριχὶ πυρρᾷ, ὀφρύσι συνεζευγμέναις, μετώπῳ ὀξεῖ, ὀφθαλμοῖς † γλαυκοῖς ὑπὸ ἄλλοις, μήλοις καθειλκυσμένοις, ἐπίρρινοι, μυκτῆρσιν ἠνεῳγμένοις, χείλεσι λεπτοῖς, γενείῳ ὀξεῖ, στόματι ἐπιμήκει.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
