Ancient Greek
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 15
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 15.3
Not analysed yet
ταῦτα μὲν οὐν ἐκεῖνοι, οἷς οὐκ ἀνάγκην ἔχομεν τὰ παρ’ Ἕλλησι προμεμεριμνημένα παρατιθέναι οὐσι προδήλοις τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις τὴν σύστασινν ἔχειν ἐκ γεωμετρικῆς τέχνης καὶ ἀριθμητικῆς, ἣν γενναιότερον οἱ Πυθαγόρου μαθηταὶ διέθεντο, καθὼς ἔστι τοῖς ἐντυχάνουσιν ἐπιγνῶναι ἐν τοῖς τόποις, οἷς προδιηγησάμεθα περὶ πάσης σοφίας Ἑλλήνων. ἀλλ’ ἐπεὶ καὶ τὰ Μονοΐμου αὐτάρκως διελήλεγκται, ἔδωμεν τίνα καὶ οἱ λοιποὶ τεχωάζονται ἑαυτοῖς βουλόμενοι ὄνομα μάταιον ὑψοῦν.