Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.10
Not analysed yet
οὗτός ἐστι, φησίν, ὁ ἐν ἐσχάταις ἡμέραις ἐν ἀνθρώπου μορφῇ φανεὶς ἐν τοῖς χρόνοις Ἡρώδου, γενόμενος κατ᾿ εἰκόνα Ἰωσὴφ τοῦ πεπραμένου ἐκ χειρὸς ἀδελφῶν, οὗ μόνου τὸ ἔνδυμα ἦν ποικίλον. οὗτός ἐστι, φησίν, ὁ κατ’ εἰκόνα Ησαῦ, οὗ καὶ μὴ παρόντος ἡ στολὴ εὐλόγηται, ὃς οὐκ ἐδέξατο, φησί, τὴν ἀμβλυωπὸν εὐλογίαν, ἀλλ᾿ ἐπλούτησεν ἔξωθεν, οὐδὲν ἀπὸ τοῦ ἀμβλυωποῦντος λαβών, οὗ εἶδε τὸ πρόσωπον Ἰακὼβ ὡς ἂν ἴδοι ἄνθρωπος πρόσωπον θεοῦ«.