Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.12
Not analysed yet
τούτου κατ᾿ εἰκόνα γέγονεν ὁ ὄφις ἐν τῇ ἐρήμῳ <ὁ> χαλκοῦς, ὃν ἔστησε Μωυσῆς. τούτου, φησί, μόνου τὸ ὁμοίωμα τῷ οὐρανῷ διὰ παντός ἐστι φωτὶ ὁρώμενον. οὗτος, φησίν, ἐστὶν ἡ μεγάλη ἀρχή, περὶ ἠς γέγραπται. περὶ τούτου, φησίν, εἴρηται· »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν«.