Ancient Greek
16.15 to 16.16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.15-16
Not analysed yet
ἐπὶ τούτου, φησίν, ἐστὶ τὸ »μέγα θαῦμα« ὁρώμενον ἐν τῷ οὐρανῷ τοῖς δυναμένοις ἰδεῖν. κατὰ γάρ, φησί, ταύτην τὴν ἄκραν αὐτοῦ τὴν κεφαλήν, ὅπερ πάντων ἀπιστότερον τοῖς οὐκ εἰδόσι, μίσγονται δύσις τε καὶ ανατολὴ ἀλλήλαις. τοῦτ᾿ ἐστὶ περὶ οἷ εἶπεν ἡ ἀγνωσία· ἐν οὐσρανῷ εἱλεῖται μέγα θαῦμα Δράκων δεινοῖο πελώρου. ἑκατέρωθεν δὲ αὐτοῦ παρατέτακται Στέφανος καὶ Λύρα, καὶ κατ αὐτὴν ἄνωθεν τὴν κεφαλὴν ἐλεεινὸς ἄνθρωπος, ὁ Ἐν γόνασίν ἐστιν ὁρώμενος, δεξιτεροῦ ποδὸς ἄκρον ἔχων σκολιοῖο δράκοντος. κατὰ δὲ τὸν νῶτον τοῦ Ἐν γόνασίν ἐστιν ἀτελὴς ὄφις ἀμφοτέραις ταῖς χερσὶ κατεσφιγμένος ὑπὸ τοῦ Ὀφιούχου καὶ κωλυόμενος ἐφάψασθαι τοῦ στεφάνου παρακειμένου τῷ τελείῳ ὄφει.