Ancient Greek · ~2 min
BIBAION Ε΄, Chapter 16
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 16.3
Not analysed yet
πάσῃ γὰρ γενέσει πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις, ἐν ᾗ Κρόνος οὐκ ἐμποδίζει. τοῦτό ἐστι, φησίν, ὃ καὶ οἱ ποιηταὶ λέγουσι τὸ καὶ τοὺς θεοὺς ἐκψοφοῦν· ἴστω ἴστω φησί, τόδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅς τε μέγιστος ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν. οὐ μόνον δὲ τοῦτο, φησίν, οἱ ποιηταὶ λέγουσιν,