Ancient Greek · ~3 min
17.1 to 17.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 17.1-6-2
Not analysed yet
Ταῦτα τοίνυν τὰ (μεγάλα) καὶ ἀπόρρητα μυστήρια ἄλογον ἡγούμενος καταπατεῖσθαι ἢ εἰς πολλοὺς παραδίδοσθαι, συμβουλεύει ὡς πολυτελεῖς μαργαρίτας φυλάσσειν οὕτω λέγων· τοῦτον δὲ τὸν λόγον μὴ ἀναγινώσκετε πᾶσιν ἀνθρώποις, καὶ ταύτας τὰς ἐντολὰς φυλάξατε ἐπιμελῶς, ὅτι οὐ πάντες ἄνδρες πιστοὶ οὐδὲ πᾶσαι γυναῖκες ὁρθαί. ταῦτα δὲ οὐδὲ Αἰγυπτίων σοφοὶ ἐν ἀδύτοις ἐχώρησαν, οὐδὲ ὁ σοφὸς Ἑλλήνων Πυθαγόρας ἐχώρησεν. εἰ γὰρ τετυχήκει κατ᾿ ἐκεῖνο καιροῦ Ἠλχασαΐ, τίς ἀνάγκη Πυθαγόραν ἢ Θαλῆν ἢ Σόλωνα ἢ τὸν σοφὸν Πλάτωνα ἢ καὶ τοὺς λοιποὺς Ἑλλήνων σοφοὺς μαθητεύειν Αἰγυπτίων ἱερευσιν ἔχουσι τὴν τοιαύτην καὶ τοσαύτην σοφίαν παρὰ Ἀλκιβιάδῃ, [ἃ] τῷ θαυμασιωτάτῳ ἑρμηνεῖ τοῦ δυστήνου Ἠλχασαΐ;