Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 17
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 17.2-3
Not analysed yet
εἶναι δὲ τὸν υἱὸν τοῦ ἀνθρώπου ἰῶτα, ὅ ἐστι δεκάς, κύριος ἀριθμός, ἐν ᾠ ἐστιν ἡ τοῦ παντὸς ἀριθμοῦ ὑπόστασις, δι᾿ οὗ πᾶς ἀριθμὸς συνέστηκεν καὶ ἡ τοῦ παντὸς γένεσις, πῦρ, ἀήρ, ὕδωρ, γῆ. †τούτου δὲ ὄντος ῑ ὲν καὶ κεραία μία. τέλειον ἐκ τελείου, ῥυεῖσα κεραία ἄνωθεν, πάντα ἔχουσα [ὅσα καὶ] αὐτή, ὅσα καὶ ὁ ἄνθρωπος ἔχει, ὁ τοῦ υἱοῦ τοῦ ἀνθρώπου.