Ancient Greek · ~5 min
17.3 to 17.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 17.3-6
Not analysed yet
ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως ὥς φησι Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἀπὸ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τῶν ἐγκεκισσηυμένων. ὁμοίως δ’ αὐ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα· ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορά, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου· μᾶλλον δὲ ὤσπερ ζωγραφῶν ἀπὸ τῶν ζῴων μηδὲν ἀφαιρούμενος τῇ γραφίδι πάσας ἐπὶ τὸν πίνακα μεταφέρει τάς ἰδέας ἐγγράφων, οὕτω ὁ υἱὸς τῇ δυνάμει τῇ ἑαυτοῦ ἀπὸ τοῦ πατρὸς ἐπὶ τὴν ὕλην τοὺς πατρικοὺς μεταφέρει χαρακτῆρας. ἔστιν οὖν πάντα τὰ πατρικὰ ἐνθάδε καὶ οὐδέν. εἰ γάρ τις, φησίν, ἐξισχύσει τῶν ἐνθάδε καὶ ἐννοηθῆναι ὅτι ἐστὶ πατρικὸς χαρακτὴρ ἄνωθεν μετενηνεγμένος μένος ἐνθάδε σωματοποιηθείς, ὥσπερ ἐγκίσσμά τι τὸ ἀπὸ τῆς ῥάβδος λευκὸν γέγονεν, ὁμοούσιον τῷ πατρὶ τῷ ἐν τοῖς οὐρανοῖς ὅλως, καὶ ἐκεῖ ἀνέρχεται· ἐὰν δὲ μὴ τύχῃ τῆς διδασκαλίας ταύτης μηδὲ τὴν ἀνάγκην τῆς γενέσεως ἐπιγνῷ, ὥσπερ ἔκτρωμα ὑπὸ νύκτα γεννώμενον ὑπὸ νύκτα ἀπολεῖται.