Ancient Greek · ~2 min
17.4 to 17.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 17.4-2-5
Not analysed yet
ὅταν οὖν, φησί, ῥάβδον λέγῃ Μωϋσῆς στρεφομένην εἰς Αἴγυπτον, τὰ πάθη καταλέγει, τὸν κόσμον τοῦ ἰῶτα ἀλληγορουμένως, οὐδὲ πλείονα τῶν δέκα παθῶν ἐσχημάτισεν. εἰ δέ, φησί, θέλεις ἐπιγνῶναι τὸ πᾶν, ἐν σεαυτῷ ζήτησον τίς ὁ λέγων· ἡ ψυχή μου, ἡ σάρξ μου, ὁ νοῦς μου, καὶ ἓν ἔκαστον κατιδιοποιούμενος ὡς ἔτερος αὑτῷ· τοῦτον νόει τέλειον ἐκ τελείου, πάντα ἴδια οὐκ ὄντα τὰ καλούμενα καὶ τὰ πάντα ὄντα. ταῦτα μὲν οὖν καὶ Μονοΐμῳ δοκεῖ.