# Refutatio Omnium Haeresium 17.8-13

Hippolytus, Refutatio Omnium Haeresium, 17.8 to 17.13. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/17.8

οὐδεὶς οὖν, φησί, δύναται σωθῆναι δίχα τοῦ υἱοῦ οὐδὲ ἀνελθεῖν· ὅς ἐστιν ὁ ὄφις. ὡς γὰρ κατήνεγκεν ἄνωθεν τοὺς πατρικοὺς χαρακτῆρας, οὕτως πάλιν ἐντεῦθεν ἀναφέρει τοὺς ἐξυπνισμένους καὶ γεγονότας πατρικοὺς χαρακτῆρας, ὑποστατοὺς ἐκ τοῦ ἀνυποστάτου ἐντεῦθεν ἐκεῖ μεταφέρων. τοῦτ᾿ ἐστί, φησί, τὸ εἰρημένον· »ἐγώ εἰμι ἡ θύρα«. μεταφέρει δέ, φησίν, † καμμοῦσιν ὀφθαλμοῦ βλεφάρου, ὥσπερ ὁ νάφθας τὸ πῦρ πανταχόθεν εἰς ἑαυτὸν ἐπισπώμενος, μᾶλλον δὲ ὥσπερ ἡ Ἡρακλεία λίθος τὸν σίδηρον, ἄλλο <δὲ> οὐδέν, ἢ ὥσπερ ἡ τοῦ ἱέρακος κερκὶς κερκὶς τὸ χρυσίον, ἕτερον δὲ οὐδέν· ἢ ωσπερ ἄγεται ὑπὸ τοῦ ἠλέκτρου τὸ ἄχυρον, οὕτω, φησίν, ὑπὸ τοῦ ἄγεται ἄγεται πάλιν ἀπὸ τοῦ κόσμου τὸ ἐξεικονισμένον τέλειον γένος ὁμοούσιον, ἄλλο δὲ οὐδέν, καθὼς ὑπ’ αὐτοῦ κατεπέμφθη. πρὸς ταύτην τὴν ἀπόδειξιν φέρουσι τὴν τοῦ ἐγκεφάλου ἀνατομήν, αὐτὸν μὲν τὸν ἐγκέφαλον ἀπεικονίζοντες τῷ πατρὶ διὰ τὸ ἀκίνητον, τὴν δὲ παρεγκεφαλίδα τῷ υἱῷ διά τε τὸ κινεῖσθαι καὶ δρακοντοειδῆ ὑπάρχειν· ἣν ἀρρήτως καὶ ἀσημάντως ἐπισπᾶσθαι διὰ τοῦ κωναρίου φάσκουσι τὴν ἐκ τοῦ καμαρίου ἀπορρέουσαν πνευματικὴν καὶ ζωογόνον οὐσίαν, ἣν ὑποδεξαμένη ἡ παρεγκεφαλὶς ὥσπερ ὁ υἱός, ἀλάλως μεταδίδωσι τῇ ὕλῃ τὰς ἰδέας, τουτέστιν ἐπὶ τὸν νωτιαῖον μυελὸν διαρέει τὰ σπέρματα καὶ τὰ γένη τῶν γεννωμένων κατὰ σάρκα. τούτῳ τῷ παραδείγματι χρώμενοι εὐφυῶς δοκοῦσι παρεισάγειν τὰ ἄρρητα αὐτῶν ἀλάλως παραδιδόμενα μυστήρια, ἃ ἐξειπεῖν ἡμῖν οὐ θέμις, πολλοῖς δὲ νοῆσαι διὰ τῶν εἰρημένων ευκολον.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
