Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 18.1-4
Not analysed yet
Ἰουδαίων μὲν ἀρχῆθεν ἓν ἠν ἔθος· εἷς γὰρ ὁ τούτοις θοθεὶς παρὰ θεοῦ διδάσκαλος Μωσῆς, καὶ εἶς ὁ διὰ τούτου νόμος, μία δὲ ἔρημος χώρα καὶ ἕν ὄρος τὸ Σινᾶ· εἷς γὰρ ὁ τούτοις νομοθετήσας θεός. αὐθις δὲ διαβάντες τὸν Ἰορδάνην ποταμὸν καὶ τὴν δορύκτητον γῆν κλγρονομήσαντες διαφόρως τὸν τοῦ θεοῦ νόμον διέσπασαν. ἄλλος ἄλλως ἐπινοῶν τὰ εἰρημένα, καὶ οὕτως διδασκάλους ἑαυτοῖς ἐπεγείραντες, δόξας αἰρέσεων ἐφευρόντες εἰς μερισμὸν ἐχώρησαν· ὧν τὴν διαφορὰν ἐχθήσομαι.