Ancient Greek
19.1 to 19.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.1-6-2
Not analysed yet
Μαρκίων δὲ ὁ Ποντικὸς καὶ Κέρδων ὁ τούτου διδάσκαλος καὶ αὐτοὶ ὁρίζουσιν εἶναι τρεῖς τὰς τοῦ παντὸς ἀρχάς, ἀγαθόν, δίκαιον, ὕλην· τινὲς δὲ τούτων μαθηταὶ προστιθέασι 〈τετάρτην〉 λέγοντες ἀγαθόν, δίκαιον, πονηρόν, ὕλην. οἱ δὲ πάντες τὸν μὲν ἀγαθὸν οὐδὲν ὅλως πεποιηκέναι, τὸν δὲ δίκαιον οἱ μὲν τὸν πονηρόν, οἱ δὲ μόνον δίκαιον ὀνομάζουσι, πεποιηκέναι δὲ τὰ πάντα φάσκουσιν ἐκ τῆς ὑποκειμένης ὕλης· πεποιηκέναι γὰρ οὐ καλῶς, ἀλλ᾿ ἀλόγως·