Ancient Greek · ~7 min
19.17 to 19.23
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.17-23
Not analysed yet
τὴν δὲ εὐδαιμονίαν εἶναί φησιν ὁμοίωσιν θεῷ κατὰ τὸ δυνατόν· τὴν δὲ ὁμοίωσιν τῷ θεῷ, ὄταν τις ὄσιός τε καὶ δίκαιος γένηται μετὰ φρονήσεως. τέλος γὰρ τοῦτο τῆς ἄκρας σοφίας καὶ ἀρετῆς ὑποτίθεται. λέγει δὲ ἀντακολουθεῖν τὰς ἀρετὰς ἀλλήλαις καὶ μονοειδεῖς εἶναι καὶ μηδέποτε ἐναντιοῦσθαι ἀλλήλαις. τὰς δὲ κακίας πολυτρόπους τε εἶναι καὶ ποτὲ μὲν ἀντακολουθεῖν, ποτὲ δὲ ἐναντιοῦσθαι ἀλλήλαις. εἱμαρμένην φησὶν εἶναι, οὐ μὴν πάντα καθ᾿ εἱμαρμένην γίνεσθαι, ἀλλ’ εἶναί τι καὶ ἐφ᾿ ἡμῖν, ἐν οἷς φησιν· »αἰτία ἑλομένου, θεὸς ἀναίτιος‘, καὶ »θεσμός τε Ἀδραστείας ὅδε«. οὕτω τὸ καθ’ εἱμαρμένην οἶδε καὶ τὸ ἐφ’ ἡμῖν· ἀκούσια δέ φησιν εἶναι τὰ ἁμαρτήματα· εἰς γὰρ τὸ κάλλιστον τῶν ἐν ἡμῖν, ὅπερ ἐστὶν ἡ ψυχή, οὐκ ἄν τινα τὸ κακὸν παραδέξασθαι, τουτέστι τὴν ἀδικίαν· κατὰ ἄγνοιαν δὲ καὶ σφάλμα τοῦ ἀγαθοῦ, οἰομένους καλόν τι ποιεῖν, ἐπὶ τὸ κακὸν ἔρχεσθαι. καὶ λέξις τούτου ἐμφανεστάτη ἐστὶν ἐν τῇ Πολιτείᾳ, ἐν ᾖ φησιν· »πάλιν δὲ αὖ τολμᾶτε λέγειν ὡς αἰσχρὸν καὶ θεομισὲς ἡ κακία· πῶς οὖν δή τις τὸ τοιοῦτον κακὸν αἱροῖτ᾿ ἄν; ἥττων ὃς ἂν ᾖ, φατέ, τῶν ἡδονῶν. οὐκοῦν καὶ τοῦτο ἀκούσιον, εἴπερ τὸ νικᾶν ἑκούσιον; ὥστε ἐκ παντὸς λόγου τό γε ἀδικεῖν ἀκούσιον <ὁ> λόγος αἱρεῖ«. ἀντιτίθεται δέ τις αὐτῷ πρὸς τοῦτο· διὰ τί οὖν κολάζονται, εἰ ἀκουσίως ἁμαρτάνουσιν; ὁ δὲ λέγει, ἕνα ἵνα τε αὐτὸς ὅτι τάχιστα ἀπαλλαγῇ κακίας καὶ κόλασιν ὑπόσχῃ —τὸ γὰρ κόλασιν ὑποσχεῖν οὐ κακὸν ἀλλὰ ἀγαθόν, εἴπερ μέλλει μέλλει κάθαρσις τῶν κακῶν γίνεσθαι —καὶ ἵνα μηδὲν ἁμαρτάνωσιν οἱ λοιποὶ ἀκούοντες ἄνθρωποι, ἀλλὰ φυλάσσωνται τὴν τοιαύτην πλάνην. κακοῦ δὲ φύσιν οὔτε ὑπὸ θεοῦ γενέσθαι οὔτε καθ’ αὑτὴν ὑπόστασιν ἔχειν, ἀλλὰ κατ ἐναντίωσιν καὶ παρακολούθησιν τοῦ ἀγαθοῦ γενέσθαι, ἢ καθ᾿ ὑπερβολὴν ἢ κατὰ μείωσιν, ὡς περὶ τῶν ἀρετῶν προείπομεν. ὁ μὲν οὐν Πλάτων, καθὼς προείπομεν, συναγαγὼν τὰ τρία μέρη τῆς κατὰ πάντα φιλοσοφίας οὕτως ἐφιλοσόφησεν.