Ancient Greek
19.2 to 19.7
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.2-7
Not analysed yet
τὸ δὲ παράδειγμα τὴν τὴν τοῦ θεοῦ εἶναι, ὂ καὶ ἰδέαν καλεῖ οἶον είκόνισμά τι ᾠ προσέχων ἐν τῇ ψυχῇ ὁ θεὸς τὰ πάντα ἐδημιούργει. τὸν μὲν θεόν φησιν ἀσώματόν τε καὶ ἀνείδεον καὶ μόνοις σοφοῖς ἀνδράσι καταληπτὸν καταληπτὸν τὴν δὲ ὕλην δυνάμει μὲν σῶμα, ἐνεργείᾳ δὲ οὐδέπω· ἀσχημάτιστον γὰρ αὐτὴν οὖσαν καὶ ἄποιον ,προσλαβοῦσαν σχήματα καὶ ποιότητας γενέσθαι σῶμα. τὴν μὲν οὖν ὒλην ἀρχὴν εἶναι καὶ σύγχρονον τῷ θεῷ, ταύτῃ καὶ ἀγένητον τὸν κόσμον· ἐκ γὰρ αὐτῆς συνεστάναι φησὶν αὐτόν. τῷ δὲ ἀγενήτῳ ἀκολουθεῖν πάντως καὶ τὸ ἄφθαερτον. ᾗ δὲ σῶμά τε καὶ ἐκ πολλῶν ποιοτήτων καὶ ἰδεῶν συγκείμενον ὑποτίθεται, ταύτῃ καὶ γενητὸν καὶ φθαρτόν. τινὲς δὲ τῶν Πλατωνικῶν ἀμφότερα ἔμιξαν χρησάμενοι παραδείφματι τοιούτῳ· ὄτι ὢσπερ ἄμαξα δύναται ἀεὶ διαμένειν ἄφθαρτος κατὰ μέρος ἐπισκευαζομένη, κἄν τὰ μέρη φθείρηται ἑκάστοτε, αὐτὴ δὲ ὁλόκληρος ἀεὶ μένει, τοῦτον τὸν τρόπον καὶ ὁ κόσμος κατὰ μέρη μὲν ἀεὶ φθείρεται, ἐπισκευαζομένων <δὲ> καὶ ἀντανισουμένων τῶν ἀφαιρουμένων ἀίδιος μένει. τὸν δὲ θεὸν οἱ μὲν ἔνα αὐτὸν αὐτὸν εἴπεῖν ἀγένητον καὶ ἄφθαρτον, ὡς λέγει ἐν τοῖς Νόμοις· ὁ μὲν δὴ θεός, ὥσπερ καὶ ὁ παλαιὸς λόγος, ἀρχήν τε καὶ τελευτὴν καὶ μέσα τῶν ὄντων ἁπάντων ἔχων« —οὔτως ἴνα αὐτὸν τὸν διὰ πάντων κεχωρηκότα ἀποφαίνεται —,οἱ δὲ καὶ πολλοὺς ἀορίστους, ὂταν λέγῃ· θεοὶ θεῶν, ὡς ἐγὼ δημιουργός τε καὶ πατήρ«· οἱ δὲ καὶ ὡρισμένους, ὂταν λέγῃ·