Ancient Greek · ~3 min
19.2 to 19.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.2-2-4
Not analysed yet
ὑπὲρ δὲ ἀποστόλους καὶ πᾶν χάρισμα ταῦτα τἂ γύναια δοξάζουσιν, ὡς τολμᾶν πλεῖόν τι Χριστοῦ ἐν τούτοις λέγειν τινὰς αὐτῶν γεγονέναι. οὗτοι τὸν μὲν πατέρα τῶν ὅλων θεὸν καὶ πάντων κατίστην ὁμοίως τῇ ἐκκλησίᾳ ὁμολογοῦσι καὶ ὅσα τὸ εὐαγγέλιον περὶ τοῦ Χριστοῦ μαρτυρεῖ, καινίζουσι δὲ νηστείας καὶ ἑορτὰς καὶ ξηροφαγίας καὶ ῤαφανοφαγίας, φὰσκοντες ὑπὸ τῶν γυναίων δεδιδάχθαι. τινὲς δὲ αὐτῶν τῇ τῶν Νοητιανῶν αἱρέσει συντιθέμενοι τὸν πατέρα αὐτὸν εἶναι τὸν υἱὸν λέγουσι, καὶ τοῦτον ὑπὸ γένεσιν καὶ πάθος καὶ θάνατον ἐληλυθέναι. περὶ τούτων αὖθις λεπτομερέστερον ἐκθήσομαι· πολλοῖς γὰρ ἀφορμὴ κακῶν γεγένηται ἡ τούτων αἵρεσις. ἱκανὰ μὲν οὖν καὶ τὰ περὶ τούτων f. 109r εἰρημένα κρίνομεν, δι’ ὀλίγων |τὰ πολλὰ φλύαρα αὐτῶν βιβλία τε καὶ ἐπιχειρήματα πᾶσιν ἐπιδείξαντες ἀσθενῆ ὄντα καὶ μηδενὸς λόγου ἄξια· οἷς οὐ χρὴ προσέχειν τοὺς ὑγιαίνοντα νοῦν κεκτημένους.