Ancient Greek · ~3 min
19.8 to 19.10
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 19.8-2-10
Not analysed yet
πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν, οὖσαι κατ᾿ ἀριθμὸν ἀπειράκις ἄπειροι, εἰσὶ ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι <καὶ> νοεραί. ἀναρίθμητοι <δὲ> θος φρόνιμοί τε οὖσαι καὶ νοεραί, ἐπειδὰν μένωσι κατ’ αὐτάς, ἡσυχάζουσι πᾶσαι· ἐὰν δὲ πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως μεμορφωμένην κατὰ τὴν συνδρομὴν τῆς παραθέσεως] τῶν συνελθουσῶν δυνάμεων. γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις τύπος σφραγῖδος κατὰ συνδρομὴν ἀπὸ πληγῆς παραπλησίως πρὸς τὸν ἐκτυποῦντα τὰς ἀναφερομένας οὐσίας. ἐπεὶ οὖν ἄπειροι μὲν κατ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι δυνδρομαί, ἀναγκαίως γεγόνασιν ἀπείρων σφραγίδων εἰκόνες.