# Refutatio Omnium Haeresium 2.1-7

Hippolytus, Refutatio Omnium Haeresium, 2.1 to 2.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/2.1

Ἔστι δὲ καὶ ἑτέρα φιλοσοφία οὐ μακρὰν τῶν αὐτῶν χρόνων, ἦς ἦρξε Πυθαγόρας, ὂν Σάμιόν τινες λέγουσιν. ἣν Ἰταλικὴν προση- γόρευσαν διὰ τὸ τὸν Πυθαγόραν φεύγοντα Πολυκράτην τὸν Σαμίων τύραννον οἰκῆσαι πόλιν τῆς Ἰταλίας κἀκεῖ τὸν βίον πληρῶσαι. οὖ τὴν αἴρεσιν οἱ διαδεξάμενοι οὐ πολὺ διήνεγκαν τοῦ αὐτοῦ φρονήματος. καὶ αὐτὸς δὲ περὶ φυσικῶν ζητήσας ἔμιξεν ἀστρονομίαν καὶ γεωμετρίαν καὶ μουσικὴν <καὶ ἀριθμητικήν>. καὶ οὔτως μονάδα μὲν εἶναι ἀπεφήνατο τὸν θεόν, ἀριθμοῦ δὲ φύσιν περιέργως καταμαθὼν μελῳδεῖν ἔφη τὸν κόσμον καὶ ἁρμονίᾳ συγκεῖθαι, καὶ τῶν ἑπτὰ ἄστρων πρῶτος τὴν κίνησιν εἰς ῥυθμὸν καὶ μέλος ἡγαγεν. θαυμάσας δὲ τὴν διοίκησιν τῶν ὄλων ἡξίωσε τὰ πρῶτα σιγᾶν τοὺς μαθητάς, οἱονεὶ μύστας τοῦ παντὸς εἰς τὸν κόσμον ἥκοντος· εἶτα ἐπειδὰν αὐτοῖς ἱκανῶς παιδείας τῆς τῶν λόγων δόξῃ μετεῖναι καὶ δυνατῶς περὶ ἄστρων καὶ φύσεως φιλοσοφήσωσι, καθαροὺς κρίνας τότε κελεύει φθέγγεσθαι. οὑτος τοὺς μαθητὰς διεῖλε καὶ τοὺς μὲν ἐσωτερικούς, τοὺς δὲ ἐξωτερικοὺς ἐκάλεσεν· τοῖς μὲν γὰρ τὰ τελεώτερα μαθήματα ἐπίστευε, τοῖς δὲ τὰ μετριώτερα. ἐφήψατο δὲ καὶ μαγικῆς, ὥς φασι, καὶ φυσιογνωμονικὴν αὐτὸς ἐξεῦρε. Ἀριθμούς τε καὶ μέτρα ὑποθέμενος ἔλεγεν τὴν ἀρχὴν τῆς ἀριθμητικῆς <τὴν> φιλοσοφίαν κατὰ σύνθεσιν περιέχειν τόνδε τὸν ἀριθμὸς γέγονε πρῶτος ἀρχή, ὅπερ ἐστὶν ἒν] ἀόριστον, ἀκατάληπτον, ἔχων έν ἑαυτῷ πάντας τοὺς ἐπ' ἄπειρον δυναμένους ἐλθεῖν ἀριθμοὺς κατὰ τὸ πλῆθος. τῶν δὲ ἀριθμῶν ἀρχὴ γέγονε καθ’ ὑπόστασιν ἡ πρώτη μονάς, ἥτις ἐστὶν μονὰς ἄρσην γεννῶσα πατρικῶς πάντας τοὺς ἄλλους ἀριθμούς. δεύτερον ἡ δυάς, θῆλυς ἀριθμός, ὁ δὲ αὐτὸς καὶ ἄρτιος ὑπὸ τῶν ἀριθμητικῶν καλεῖται. τρίτον ἡ τριάς, ἀριθμὸς ἄρσην· οὑτος καὶ περισσὸς ὑπὸ τῶν ἀριθμητικῶν νενομοθέτηται καλεῖσθαι. ἐπὶ ἐπὶ πᾶσι τούτοις ἡ τετράς, θῆλυς θῆλυς ὁ δὲ αὐτὸς καὶ ἄρτιος καλεῖται, ὅτι θῆλύς ἐστιν.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
