Ancient Greek · ~2 min
2.17 to 2.18
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 2.17-18
Not analysed yet
οἱ μὲν οὐν ἐσωτερικοὶ ἐκαλοῦντο Πυθαγόρειοι, οἱ δὲ ἒτεροι Πυθαγορισταί. τῶν δὲ μαθητῶν αὐτοῦ οἱ διαφυγόντες τὸν ἐμπρησμὸν Λῦσις ἦν καὶ Ἄρχιππος καὶ ὁ τοῦ Πυθαγόρου οἰκέτης οἰκέτης ὃς καὶ τοὺς παρὰ Κελτοῖς Δρυΐδας λέγεται διδάξαι φιλοσοφεῖν τὴν Πυθαγόρειον φιλοσοφίαν. τοὺς δὲ ἀριθμοὺς καὶ τὰ μέτρα παρ’ Αἰγυπτίων φασὶ τὸν Πυθαγόραν μαθεῖν ὂς καταπλαγεὶς τῇ τῶν ἱερέων ἀξιοπίστῳ καὶ φαντασιώδε καὶ δυσχερῶς ἐξαγορευομένῃ σοφίᾳ, μιμησάμενος ὁμοίως καὶ αὐτὸς σιγᾶν προσέταττεν καὶ ἐν καταγείοις καταγείοις ἠρεμεῖν ἐποίει μανθάνοντα.