Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ, Chapter 20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.2-5
Not analysed yet
προσέχει δὲ βίβλῳ, ἣν Φανερώσεις καλεῖ Φιλουμένης τινός, ἣν προφῆτιν νομίζει. τὴν δὲ σάρκα τὸν Χριστὸν οὐκ ἐκ τῆς παρθένου λέγει προσειληφέναι, ἀλλ᾿ ἐκ τῆς παρακειμένης τοῦ κόσμου οὐσίας. οὗτος κατὰ τοῦ νόμου καὶ τῶν προφητῶν συντάγματα ἐποίησε, καταλύειν αὐτοὺς ἐπιχειρῶν ὡς ψευδῆ λελαληκότας καὶ θεὸν μὴ ἐγνωκότας· σάρκας τε ἀπόλλυσθαι ὁμοίως Μαρκίωνι λέγει.