Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΟΓΔΟΟΝ., Chapter 20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.3-4
Not analysed yet
ἁγιάζεται γὰρ διὰ λόγου θεοῦ καὶ ἐντεύξεως. «ἱκανὴ μὲν οὖν αὔτη ἡ φωνὴ τοῦ μακαρίου Παύλου πρὸς ἔλεγχον τῶν οὕτως βιούντων καὶ σεμνυνομένων δικαίων εἰς τὸ δεῖξαι ὅτι καὶ τοῦτο αἵρεσις. εἰ δὲ καὶ ἔτεραί τινες αἱρέσεις ὀνομάζονται Καϊνῶν, Ὀφιτῶν ἢ Νοχαϊτῶν καὶ ἑτέρων τοιούτων, οὐκ ἀναγκαῖον ἥγημαι τὰ ὑπ᾿ αὐτῶν λεγόμενα ἢ γινόμενα ἐκθέσθαι, ἴνα μὴ κἂν ἐν τούτῳ τινὸς αὐτοὺς ἢ] λόγου ἀξίους ἡγῶμαι.