Ancient Greek · ~2 min
<ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ. >, Chapter 20
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 20.7
Not analysed yet
οὗτος μὲν οὖν ἐν τῷ Λυκείῳ ποιούμενος τὰς διατριβὰς ἐφιλοσόφει· ὁ δὲ Ζήνων ἐν τῇ Ποικίλῃ στοᾷ. ἐκτήσαντο δὲ οἱ μὲν ἀπὸ τοῦ Ζήνωνος ἀπὸ τοῦ τόπου τὸ ὄνομα, τουτέστιν ἀπὸ τῆς στοᾶς, Στωϊκοὶ κληθέντες· οἱ δὲ ἀπὸ τοῦ Ἀριστοτέλους ἀπὸ τοῦ ἔργου. ἐπειδὴ γὰρ περιπατοῦντες ἐν τῷ Λυκείῳ ἐζήτουν, διὰ τοῦτο Περιπατητικοὶ ἐκλήθησαν. ταῦτα μὲν οὐν καὶ ὁ Ἀριστοτέλης.