Ancient Greek · ~2 min
21.3 to 21.5
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 21.3-5
Not analysed yet
τὴν δὲ ψυχὴν λέγουσιν ἀθάνατον, εἶναι δὲ σῶμα καὶ γενέσθαι ἐκ τῆς περιψύξεως τοῦ ἀέρος τοῦ περιέχοντος, διὸ καὶ καλεῖσθαι ψυχήν. ὁμολογοῦσι δὲ καὶ μετενσωμάτωσιν γίνεσθαι ὡρισμένων οὐσῶν τῶν ψυχῶν. προσδέχονται δὲ ἐκπύρωσιν ἔσεσθαι καὶ κάθαρσιν τοῦ κόσμου τούτου, οἱ μὲν παντός, οἱ δὲ μέρους, καὶ κατὰ μέρος δὲ αὐτὸν καθαίρεσθαι λέγουσιν· καὶ σχεδὸν τὴν φθορὰν καὶ τὴν ἐτέρου ἐξ αὐτῆς γένεσιν κάθαρσιν ὀνομάζουσιν. σώματα δὲ πάντα ὑπέθεντο, καὶ σῶμα διὰ σώματος μὲν χωρεῖν, ἀλλὰ †ἀνάστασιν εἶναι καὶ πεπληρῶσθαι πάντα καὶ μηδὲν εἶναι κενόν. ταῦτα καὶ οἱ Στωϊκοί.