# Refutatio Omnium Haeresium 22.14

Hippolytus, Refutatio Omnium Haeresium, ΒΙΒΛΟΝ Ζ, Chapter 22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/22.14

ἀλλὰ γὰρ ὥσπερ εἰς ἄγγος ἐμβληθὲν μύρον εὐωδέστατον εἰ καὶ ὅτε μάλιστα ἐπιμελῶς ἒκκενωθείη, ὅμως ὀδμή τις ἔτι μένει τοῦ μύρου καὶ καταλείπεται, κἂν ᾐ κεχωρισμένον τοῦ ἀγγείου, καὶ μύρου ὂσμὴν τὸ ἀγγεῖον #x003E; εἰ καὶ μὴ μύρον, οὕτως τὸ πνεῦμα τὸ ἅγιον μεμένηκε τῆς υἱότητος ἄμοιρον καὶ ἀπηλλαγμένον, ἔχει δὲ ἐν ἑαυτῷ μύρου παραπλησίως τὴν δύναμιν, <τῆς υἱότητος τὴν> ὀσμήν· καὶ τοῦτό ἐστι ὡς μύρον ἐπὶ κεφαλῆς τὸ καταβαῖνον ἐπὶ τὸν πώγωνα τὸν Ἀαρών«, ἡ ἀπὸ τοῦ πνεύματος τοῦ ἁγίου φερομένη ὀσμὴ ἄνωθεν κάτω μέχρι τῆς ἀμορφίας καὶ τοῦ διαστήματος τοῦ καθ’ ἡμας· ὅθεν ἤρξατο ἀνελθεῖν ἡ υἱότης οἱονεὶ ἐπὶ πτερύγων ἀετοῦ, φησί, καὶ τῶν μεταφρένων ἐνεχθεῖσα. σπεύδει γάρ, φησί, πάντα κάντα ἄνω, ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα· οὐδὲν δὲ οὕτως † ἀνόητόν ἐστι τῶν <ἐν> τοῖς κρείττοσιν, ἵνα μὴ κατέλθῃ κάτω. ἡ δὲ τρίτη υἱότης, φησίν, ἡ ἀποκαθάρσεως δεομένη μεμένηκεν <ἐν> τῷ μεγάλῳ τῆς σωρῷ εὐεργετοῦσα καὶ εὐεργετουμένη. τίνα δὲ τὸν τρόπον εὐεργετεῖται καὶ εὐεργετεῖ, ὕστερον ἐροῦμεν κατὰ τὸν οἰκεῖον αὐτοῦ γενόμενοι λόγον.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
