# Refutatio Omnium Haeresium 22.2-7

Hippolytus, Refutatio Omnium Haeresium, 22.2 to 22.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/22.2

ἐπεὶ δὲ ἠν ἄπορον εἰπεῖν προβολήν τινα τοῦ μὴ ὄντος θεοῦ γεγονέναι τὸ οὐκ ὄν — φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης —, ποίας γὰρ προβολῆς χρεία ἢ ποίας ὕλης ὑπόθεσις, ἵνα κόσμον θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον ἤ τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει; ἀλλὰ »εἶπε«, φησί, καὶ ἐγένετο«, καὶ τοῦτό ἐστιν, ὡς λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ μωσέως· »γενηθήτω φῶς, καὶ ἐγένετο φῶς«. πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός· οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ’ αὐτὸ μόνον ἐκ τῆς φωνῆς τοῦ λέγοντος· ὁ δὲ λέγων, φησίν, οὐκ ἦν, οὐδὲ τὸ γενόμενον ἠν. γέγονε, φησίν, ἐξ οὐκ ὄντων τὸ σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθεὶς »γενηθήτω φῶς«, καὶ τοῦτο φησίν, ἔστι τὸ λεγόμενον ἐν τοῖς εὐαγγελίοις »ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«. λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου καὶ φωτίζεται. τοῦτό ἐστι τὸ σπέρμα, ὃ ἔχει ἐν ἑαυτῷ πάσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ ἐστὶν οὐκ ὄν. ὑποκειμένου τοίνυν τοῦ κοσμικοῦ σπέρματος, ἐκεῖνοι λέγουσιν· ὅ τι ἂν λέγω, φησίν, μετὰ ταῦτα γεγονέναι, νέναι, μὴ ἐπιζήτει πόθεν. εἶχε γὰρ πάντα τὰ σπέρματα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα, οἷον οὐκ ὄν<τα> ὑπό τε τοῦ ὄν)τος θεοῦ γενέσθαι προβεβουλευμένα. ἔδωμεν οὑν, τί λέγουσι πρῶτον ἢ τί δεύτερον ἢ τί τρίτον τὸ ἀπὸ τοῦ σπέρματος τοῦ κοσμικοῦ γεγενημένον. ἦν, φησίν, ἐν αὐτῷ τῷ σπέρματι υἱότης τριμερής, κατὰ πάντα τῷ οὐκ ὄντι θεῷ ὁμοούσιος, γεννητὴ ἐξ οὐκ ὄντων. ταύτης τῆς υἱότητος τῆς τριχῇ διῃρημένης τὸ μέν τι ἦν λεπτομερές, τὸ δὲ παχυμερίς, τὸ #x003E; ἀποκαθάρσεως δεόμενον.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
