Ancient Greek
BIBAION Ε΄, Chapter 23
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 23.2
Not analysed yet
ἔπειτα τοὺς μύθους παραφίησι ψυχαγωγίας χάριν, ὄπως οἱ ἐντυγχάνοντες τῇ τῶν βίβλων ἀναρίθμῳ φλυαρίαι παραμύθιον ἔχωσι τὰ μυθευόμενα —ὂν τρόπον τρόπον τις μακρὰν βαδίζων, παρατυχὼν καταλύματι ἀναπαύθεσθαι δοκεῖ —καὶ οὕτως πάλιν ἐπὶ τὴν τῶν ἀναγνωσμάτων τραπέντες πολυμάθειαν μὴ μισήσωσιν, ἕως ἐπὶ τὸ ὑπ’ αὐτοῦ τεχναζόμενον ἀνόμημα διὰ ἐνηχηθεὶς ὁρμήσωαι τετυφωμένοις· οὓς φρικτοῖς καταδήσας πρότερον ὄρκοις μήτε ἐξειπεῖν μήτε ἀποστῆναι ὁμολουεῖν ἀναγκάσας, οὕτω παραδίδωσι τὰ ὑπ᾿ αὐιοῦ ἐφευρημένα μετὰ ἀσεβείας μυστήρια, πῇ μέν, καθὰ προείπομεν, μύθοις Ἑλληνικοῖς χρησάμενος, πῇ δὲ παραπεποιημένοις βιβλίοις κατά τι παρεμφαίνουσι ταῖς προειρημἐναις αἱ- ρέσεσιν.