Ancient Greek · ~2 min
24.2 to 24.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 24.2-2-3
Not analysed yet
ταῦτα τοίνυν οὕτω κατασφραγισάμενος πλείοσι μύθοις φυχαγωηεῖ διὰ πλειό- νων βιβλίων, καὶ οὕτως ἐπὶ τὸν ἀγσθὸν ἄrει, τελειῶν τοὺς μύστας τὰ ἄλαλα μυστήρια. ἴνα δὲ μὴ διὰ πλειόνων ὁδεύσωμεν, ἐκ μιᾶς αὐτοῦ βίβλου τὰ ἄρρητα ἐπιδείξομεν, οὔσης καθὼς νομίζει ένδόξου. σὔτη δὲ ἐπιγράφεται Βαρούχ· ἐν ῇ μίαν τῶν πολλῶν μυθολογίαν ἐκτιθεμένην ἠπ᾿ αὐτοῦ δηλώσομεν, οὖσαν παρὰ Ἡροδότῳ, ἥν ὡς ξένην τοῖς ἀκροαταῖς παραπλάσας διηγεῖται, έξ αὐτῆς πᾶσαν σύντασιν τοῦ κατ’ αὐτὸν διδασκαλείου ποιούμενος.