Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 24
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 24.3-2
Not analysed yet
διόπερ διῃρημένου τοῦ παντός, ὡς εἴπομέν, εἰς νοητὸν καὶ αἰσθητὸν κόσμον, ἔχομεν καὶ ἠμεῖς ἀπὸ τοῦ νοητοῦ τὸν λόγον, ἴνα τῷ λόγῳ τὴν τῶν νοητῶν καὶ ἀσωμάτων καὶ θείων ἐποπτεύωμεν οὐσίαν· αἰσθήσεις δέ, φησίν, ἔχομεν πέντε, ὄσφρησιν, ὅρασιν, ἀκοήν, γεῦσιν καὶ ἁφήν, ἐν οἶς τῶν αἰσθητῶν ἐρχόμεθα εἰς γνῶσιν· καὶ οὔτω, φησίν, ἐστὶ διῆρημένος <ὁ> αἰσθητὸς ἀπὸ τοῦ νοητοῦ καὶ ὁτι ἔχομεν γνώσεως ὄργανον πρὸς ἑκάτερον αὐτῶν, αὐτῶν,