Ancient Greek
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 25
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25.1
Not analysed yet
οὔτω φησὶ καὶ τὸν κόσμον όριθμητικῷ τινι καὶ μουσικῷ δεσμῷ δεδεμένον ἐπιτάσει καὶ ἀνέσει καὶ προσθήκῃ καὶ ἀφαιρέσει ἀεὶ καὶ διὰ παντὸς ἀδιάφθορον φυλαχθῆναι. τοιγαροῦν καὶ περὶ τῆς διαμονῆς τοῦ κόσμου ἀποφαίνονται τοιοῦτόν τινα τρόπον οἱ Πυθαγορικοί· ή γὰρ καὶ πάρος ἠν καὶ ἔσσεται, οὐδέ ποτ', οἴω, τούτων ἀμφοτέρων κενεώσεται ἄσπετος αἰών. τίνων δὲ τούτων; τοῦ νείκους καὶ τῆς φιλίας.