Ancient Greek · ~3 min
25.1 to 25.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 25.1-3-2
Not analysed yet
Περὶ δὲ τὰς κρίσεις ἀκριβέστατοι καὶ δίκαιοι· δικάσουσι δὲ συνελθόντες οὐκ ἐλάττους τῶν ἑκατόν, τὸ δὲ ὁρισθὲν ὑπ’ αὐτῶν ἀκίνητον. τιμῶσι δὲ τὸν νομοθέτην μετὰ τὸν θεόν, καὶ εἴ τις εἰς τοῦτον βλασφημήσει, κολάζεται. τοῖς δὲ ἄρχουσι καὶ πρεσβυτέροις ὑπακούειν διδάσκονται. εἰ δὲ ἐπὶ τὸ αὐτὸ δέκα καθέζονται, οὐ λαλήσει εἷς. εἰ μὴ τοῖς ἐννέα δόξει. καὶ τὸ πτύσαι δὲ εἰς μέσον καὶ τὸ δεξιὸν μέρος φυλάττονται· τὸ δὲ τῷ σαββάτῳ ἀπέχεσθαι ἔργου φροντίζουσι μᾶλλον πάντων Ἰουδαίων. οὐ μόνον γὰρ τροφὰς αὑτοῖς παρασκευάζονται #x003E; μιᾶς ἡμέρας πρὸς τὸ μὴ πῦρ ἅπτειν, ἀλλ’ οὐδὲ σκεῦος μετατιθέασιν, οὐδὲ ἀποπατίζουσι, τινὲς δὲ οὐδὲ κλινιδίου χωρίζονται.