Ancient Greek · ~2 min
26.23 to 26.24
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.23-24
Not analysed yet
Εξαπατήσας ἐξαπατήσας αὐτὴν καὶ ἐμοίχευσεν αὐτήν, ὅπερ ἐστὶ παράνομον· προσῆλθς δὲ καὶ τῷ Ἀδὰμ καὶ ἴσχεν αὐτὸν ὡς παῖδα, ὅπερ ἐστὶ καὶ αὐτὸ παράνομον· ἔνθεν γέγονε μοιχεία καὶ ἀρσενοκοιτία. ἀπὸ τότε ἐπεκρότησε τὰ κακὰ τοῖς άνθρώποις καὶ τὰ ἀγαθὰ ἐκ μιᾶς ἀρχῆς γενόμενα τῆς τοῦ πατρός· ἀναβὰς γὰρ πρὸς τὸν ἀγαθὸν ὁ πατὴρ ὁδὸν ἔδειξε τοῖς ἀναβαίνειν θέλουσιν, ἀποστὰς δὲ τῆς Εδὲμ ἀρχὴν κακῶν ἐποίησε τῷ πνεύματι τοῦ πατρὸς τῷ ἐν τοῖς άνθρώποις. ἐπέμφθη οὖν ὁ Βαροὺχ πρὸς τὸν Μωσέα, καὶ δι’ αὐτοῦ ἐλάλησε τοῖς υἱοῖς ᾿Ισραήλ, ὅπως ἐπιστραφῶσι πρὸς τὸν ἀγαθόν.