Ancient Greek
BIBAION Ε΄, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.28
Not analysed yet
τῶν ἐθνῶν γὰρ εἶναι ταῦτα τὰ ὀνόματα, ἅ μετωνόμασται, φασίν, ἀπὸ τῆς ἐνεργείας τῶν μητρικῶν ἀrγέλων. ὡς <δ> ἐδόκει κατηγωνίσθαι, προσπλἐκεται ἡ ᾿Ομφάλη, ἥτις ἐστὶ Βάβυν ἢ Ἀφροδίτη, καὶ ὑποσύρει τὸν Ἡρακλέα καὶ ἀποδιδύσκει τὴν δύναμιν αὐτοῦ, τὰς ἐντολὰς τοῦ καρούχα, ὃς ένετείλατο ᾿Ελωείμ, καὶ μετενδιδύσκει τὴν τὴν αὐτῆς στολήν, τουτέστι τὴν δύναμιν τῆς ᾿Εδὲμ τῆς κάτω δυνάμεως, καὶ οὕτως ἀτελὴς ἐγένετο τοῦ Ἡρακλέους ἡ προφητεία καὶ τὰ ἔργα αὐτοῦ.