# Refutatio Omnium Haeresium 26.29-34

Hippolytus, Refutatio Omnium Haeresium, 26.29 to 26.34. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/26.29

τὸ δὲ τελευταῖον »ἐν ταῖς ἡμέραις ᾿Ηρώδου τοῦ βασιλεως» πέμπεται ὁ Βαρούχ, καταπεμφεὶς πάλιν ὐπὸ τοῦ Ἐλωείμ, καὶ καὶ ἐλθὼν εὶς Ναξαρὲτ εὗρε τὸν Ἰησοῦν, υἱὸν τοῦ Ἰωσὴφ καὶ Μαριὸς, βόσκοντα πρόβατα, παιδάριον δωδεκαετὲς, καὶ ἀναγγέλλει αὐτῷ ἀπ’ ἀρχῆς πάντα ὄδα ἐγένετο ἀπὸτ][ης ᾿Εδὲμ καὶ τοῦ ᾿Ελωεὶμ <καὶ τὰ> μετὰ ταῦτα ἐσόμενα, καὶ εἔπε· πάντες οἱ πρὸ σοῦ προφῆται ὑπεσύρησαν. πειράθητι οὖν, Ἰησοῦ, υἱὲ νθρώπου, μὴ ὑποσυρῆναιι ἀλλὰ κήρυξον τοῦτον τὸν λόγον τοῖς ἀνθρώποις καὶ ἀνάστειλον αὐτοῖς τὰ περὶ τοῦ πατρὸς καὶ τὰ περὶ τοῦ ἀγθοῦ, καὶ ἀνάβαινε πρὸς τὸν ἀγαθὸν καὶ κάθου ἐκεῖ μετὰ τοῦ πάντων ἡμῶν πατρὸς Ἐλωείμ. καὶ ὑπήκουσε τῷ ἀγγέλῳ ό Ἰησοῦς εἰπών, ὅτι κύριε ποιήσω πάντα, καὶ ἐκήρυξεν. ὑποσῦραι οὖν ὁ Νάας καὶ τοῦτον ἠμέλησεν <ἀλλ᾿ οὐκ ἠδυνήθη>· πιστὸς γὰρ ἔμεινε ὀργισθεὶς οὖν ὁ Νάας, ὅτι αὐτὸν ὑποσῦραι οὐκ ἠδυνήθη, ἐποίησεν αὐτὸν σταυρΜῆναι· ὁ δὲ καταλιπὼν τὸ σῶμα τῆς Ἐδὲμ πρὸς τὸ ζύλον, ἀνέβη πρὸς τὸν ἀγαθόν, εἰπών δὲ τῇ ᾿Εδέμ· γύναι, γύναι, χεις σου τὸν υἱόν, τουτέστι τὸν ψυχικὸν ἄνθρωπον καὶ τὸν κοϊκόν, αὐτὸς δὲ εἰς χεῖρας παραθέμενος τὸ πνεῦμα τοῦ πατρός, ἀνῆλθε πρὸς τὸν ἀγαθόν. ὁ δὲ ἀγαῖς ἐντι Πρίαπος, ὁ πρίν τι εἶναι ποιήσας· διὰ τοῦτο καλεῖται Πρίαπος, ὅτι ἐθηριοποίησε τὰ πάντα. διὰ τοῦτο, φησίν, εἰς πάντα ναὸν ἵσταται, ὑπὸ πάσης τῆς κτίσεως τιμώμενος κοὶ ἐν ταῖς ὁδοῖς βαστάζων τὰς ὀπώρας ἐπάνω αὑτοῦ, τουτέστι τοὐς καρποὺς τῆς κτίσεως, ὠν αἴτιος ἐγένετο, προποιήσας τὴν κτίσιν πρότερον οὐκ οὖσαν. ὅταν οὖν, φηcίν, ἀκούσητε δεόντων ἀνθρώπων, ὅτι κύκνος ἐπὶ τὴν Δήδαν ἠλθε καὶ ἐτεκνοποίησεν ἐξ αὐτῆς, ὁ κύκνος ἐστὶν ὁ Ἐλωεὶμ καὶ ἡ Λήδα ἡ ᾿Εδέμ. καὶ ὅταν λέγωσιν οἱ ἄνθρωποι ποι ὅτι ἀετὸς ἐπὶ τὸν Γανυμήδην, ὁ ἄετός ἐστιν ό Νáας, ὁ δὲ Γανυμήδης ὁ Ἀδάμα.

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
