Ancient Greek
BIBAION Ε΄, Chapter 26
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 26.5
Not analysed yet
τούτων τῶν εικοσιτεσσάρων ἀγγέλων οἱ μὲν πατρικοὶ τῷ πατρὶ συναίρονται καὶ πάντα ποιοῦσι κατὰ τὸ θέλημα αὐτοῦ, οἱ δὲ μητρικοὶ τῇ μητρὶ ῾Εδέμ· τούτων δὲ τῶν ἀrγέλων ὁμοῦ πάντων τὸ πλῆθος ὁ παράδεισος, φησίν, ἐστί. περὶ οὑ λέγει Μωσῆς· »έφύτευσεν ό θεὸς παράδεισον ἐν ῾Εδὲμ κατὰ ἀνατολάς«, τουτέστι κατὰ πρόσωπον τῆς ῾Εσέμ, ἕνα βλέπῃ τὸν παράδειδον ἡ ῾Εσέμ, τουτέστι τοὺς ἀγγέλους, διὰ παντός.