Ancient Greek · ~3 min
27.1 to 27.2
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.1-4-2
Not analysed yet
Ὁμοίως δὲ καὶ Νοητός, τῷ μὲν γένει ὢν Σμυρναῖος, ἀνὴρ ἀκριτόμυθος καὶ ποικίλος, εἰσηγήσατο τοιάνδε αἵρεσιν, ἐξ Ἐπιγόνου τινὸς εἰς Κλεομένην χωρήσασαν καὶ οὕτως ἕως νῦν ἐπὶ τοὺς διαδόχους διαμείνασαν, λέγων ἕνα τὸν πατέρα καὶ θεὸν τῶν ὅλων· τοῦτον πάντα πεποιηκότα ἀφανῆ μὲν τοῖς οὖσι γεγονέναι ὅτε ἠβούλετο, φανῆναι δὲ τότε ὅτε ἠθέλησε· καὶ τοῦτον εἶναι ἀόρατον, ὅταν μὴ ὁρᾶται, ὁρατὸν ὅταν ὅταν ὁρᾶται· ἀγέννητον δέ, ὅταν μὴ γεννᾶται, γεννητὸν δέ, ὅταν γεννᾶται ἐκ παρθένου· ἀπαθῆ καὶ ἀθάνατον, ὅταν μὴ πάσχῃ μήτε θνῄσκῃ· ἐπὰν δὲ πάθει προσέλθῃ, πάσχειν καὶ θνῄσκειν. τοῦτον τὸν πατέρα αὐτὸν υἱὸν νομίζουσι κατὰ καιροὺς καλούμενον πρὸς τὰ συμβαίνοντα.