Ancient Greek · ~4 min
27.3 to 27.6
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 27.3-6
Not analysed yet
διακεχώριδται γάρ, φησίν, ἀνὰ μέσον ἄδατος καὶ ὕδατος, καὶ ἐ̓στιν ὔδωρ τὸ ὑποκάτω τοῦ στερεώματος τῆς πονηρᾶς κτίσεως, ἐν ᾧ λούονται οἱ χοϊκοὶ καὶ ψυχικοὶ ἄνθρωποι, καὶ ὕδωρ ἐστὶν ὑπεράνω τοῦ στερεώματος τοῦ ἀγαθοῦ ςῶν, ἐν ῴ λούονται οἱ πνευματικοὶ ζῶντες ἄνθρωποι, ἐν έν ἐλούσατο Ἐλωεὶμ καὶ λουσάμενος οὐ μετεμελήθη. καὶ ὅταν λἐγῃ, φηοίν, ὁ προφήτης »λαβεῖν ὲαυτῶ̣ γυναῖκα πορνείας, διότι πορνεύουσα ἐκπορνεύσει ἡ γῆ ἀπὸ ὄπισθε τοῦ κυρίου«, τουτέστιν ὴ ᾿Εδὲμ ἀπὸ τοῖ· Ἐλωείμ, ἐν τούτοις, φησίν, ὁ προφήτης σαφῶς λαλεῖ τὸ ὅλον μυστήριον, καὶ οὐκ ἀκούεται διὰ τὴν κακίαν τοῦ Νόας. κατὰ τὸν αὐτὸν ἐκεῖνον τρόπον κοὶ τὰς ἄλλας <ῥήσεις τὰς> προφητικὰς ὁμοίως πραρᾴ δουσι δτὰ πλειόνων βιβλίων· ἔστι δὲ αὐτοῖς προηrουμένως βιβλίον ἐπιrραφόμενον Βαρούχ, ἐν ῴ ὅλην τὴν τοῦ μύθου αὐτῶν διαγωγήν ὁ ἐντυχὼν γνώσεται. πολλαῖς μὲν οὖν αἱρέσεσιν ἐντυχόν, ἀγαπητοί, οὐδενὶ τούτου κακῷ χείρονι ἐνἐτυχον. ἀληθῶς δέ, ὥσπερ λέγει †καὶ ό κατά, τὸν αὐτοῦ Ἡρακλέα δεῖ μιμησαμένους ἐκκαθῆραι τὴν Αὐγείου κόπρον, μᾶλλον δὲ ἀμάραν, εἰς ἥν ἐμπεσόντες οἰ τούτου ἀνε,όμενοι οὐ πώποτε ἀπολυθήσονται, ἀλλ᾿ οὐδὲ ἀνακύψαι δυνήσονται.