Ancient Greek · ~4 min
28.1 to 28.3
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 28.1-3-3
Not analysed yet
Ταῦτα μὲν οὖν καὶ τὰ τοιαῦτα οἱ Πυθγόρειοι λέγουσιν, οὔς μιμούμενοι οἱ αἱρετικοὶ μεγάλα νομίζονταί τισι λέγειν. δημιουργὸν δὲ εἶναι τῶν γενομένων πάντων φησὶν ὀ Πυθαγόρειος λόπος τὸν μέγαν γεωμέτρην καὶ ἀριθμητὴν ἥλοιν καὶ ἐστηρίχθαι τοῦτον ἐν ὅνὄλῳ τῷ κόσμῳ, καθάπερ ἐν τοῖς σώμασι ψυχήν, ὥς φησιν ὁ Πλἀτων. πῦρ γάρ ἐστιν ἥλιος <ὡς> ψυχή, σῶμα γῆ. »χωρισθὲν δὲ αὐδὲν ἃν ποτε ὀρατὸν γένοτιο οὐδὲ ἁπτὸν ἄνευ τινὸς στερεοῦ· στερεὸν δὲ οὐκ ἄνευ γῆς. ὅθεν ἐκ πυρὸς καὶ γῆς ἀέρα τε ὁ θεὸς ἐν μέσῳ θέμενος‘ τὸ τοῦ παντὸς ἐδημιούργησε σῶμα. όριθμεῖ δέ, φησί, καὶ γεωμετρεῖ τὸν κόσμον ό ἥλιος τοιοῦτόν τινα τρόπον· ό μὲν κόσμος ἐστὶν ό αἰσθητὸς εἵς, περὶ οὑ λἐγομεν τὰ νῦν. διῄρηκε δ’ αὐτὸν ἀριθμητικός τις ὢν καὶ γεωμέτρης εἰς μοίρας ιβ. κοὶ ἔστι ταῖς μοίραις ταύταις ὀνόματα· Κριός, Ταῦρος, Δίδυμοι, καρκίνος, Λέων, Παρθένος, Ζυγός, Σκορπίος, Τοζότης, Αἰγόκερως, Ὑδροχός, ᾿Ιχθύες.