Ancient Greek · ~1 min
ΤΟΥ ΚΑΤΑ ΠΑΣΩΝ ΑΙΡΕΣΕΩΝ ΕΛΕΓΧΟΥ ΒΙΒΛΟΣ Δ>, Chapter 28
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 28.10
Not analysed yet
εἰ δὲ καὶ σκύτος τις ῥάβδῳ περιθεὶς ὑγρὸν ξηράνας καὶ συναγαγὼν προσαρμόσῃ <καὶ> ἀποσπάσας τὴν ῥάβδον αὐλίσκου δίκην τὸ σκύτος ἐργάσηται, τὸ ὅμοιον ποιεῖ. εἰ δέ τι τούτων μὴ παρῇ, βίβλον λαβὼν ἐπισπασάμενος ἔνδοθεν ὅσον χρῄζει ἐπὶ μῆκος ἐντείνας, τὰ ὅμοια ἐνεργεῖ.