# Refutatio Omnium Haeresium 29.1-2-4

Hippolytus, Refutatio Omnium Haeresium, 29.1 to 29.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/hippolytus-scr-eccl/refutatio-omnium-haeresium/29.1-2

Τοιαύτη τις, ὡς ἐν κεφαλαίοις εἰπεῖν ἐπελθόντα, ἡ Πυθαγόρου καὶ Πλάτωνος συνέστηκε δόξα, ἀφ᾿ ἠς Οὐαλεντῖνος, οὐκ ἀπὸ τῶν εὐαγγελίων, τὴν αἵρεσιν τὴν έαυτοῦ συναγαγών, ὡς ἐπιδείζομεν, δικαίως Πυθαγορικὸς καὶ Πλατωνικός, οὐ Χριστιανὸς λογισθείη. Οὐαλεντῖνος τοίνυν καὶ Ἡραλἐων καὶ Πτολεμαῖος καὶ πᾶσα ἡ τούτων σχολή, οἱ Πυθαγόρου καὶ Πλάτωνος μαθηταί, ἀκολουθήσαντες τοῖς καθηγησαμένοις, αριθμητικὴν τὴν διδασκαλίαν τὴν ἑαυτῶν κατεβάλοντο. καὶ γὰρ τούτοις ἐστὶν ἀρχὴ τῶν πάντων μονὰς ἀγέννητος, ἄφθαρτος, ἀκατόλητιος, ἐπερινόητος, γόνιμος κοὶ πάντων τῆς γενέσεως αἰτία τῶν γενομένων· καλεῖται δὲ ὑπ’ αὐτῶν ἡ προειρημένη μονὰς Πατήρ. διαφορὰ δέ τις εὑρίσκεται πολλὴ παρ’ αὐτοῖς· οἱ μὲν γὰρ αὐτῶν, ἵν᾿ ῇ παντάπασι καθαρὸν τὸ δόγμα τοῦ Οὐαλεντίνου Πυθογορικόν, ἄθηλυν καὶ ἄςὐγον κοὶ μόνον τὸν Πατἐρα νομίζουσιν εἶναι· οἱ δὲ ἀδὐνατον νομίζοντες δύνασθαι ἐξ ἄρρενος μόνου γένεσιν ὅλως τῶν γεγενημένων γενέσθαι τινός, καὶ τῷ Πατρὶ τῶν ὅλων, ἵνα γένηται πατήρ, Σιγὴν ἐξ ἀνάγκης συναριθμοῦσι τὴν σύζυγον. ἀλλὰ περὶ μὲν Σιγῆς, πότερόν ποτε σύξυγός ἐστιν ἢ οὐκ ἔστιν, αὐτοὶ πρὸς ἑαυτοὺς τοῦτον ἐχέτωσαν τὸν ἀγῶνα. τὰ δὲ νῦν αὐτοὶ ἡμεῖς θυλάττονες Πυθαγόρειον ἀρχήν, μίαν οὖσαν καὶ ἄξυγον ἄθηλυν, ἄπροσδεῆ, μνημονεύοντες ὅδ᾿ ἐκεῖνοι διδάσκουσι ἐροῦμεν·

---

Hippolytus, Refutatio Omnium Haeresium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2115.tlg060.local001/.
