Ancient Greek · ~2 min
ΒΙΒΛΟΝ Ζ, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.26
Not analysed yet
εἰ γὰρ καὶ ἐν σφαδινῇσιν ὑπὸ πραπίδεσιν ἐρείσας εὐμενέως καθαρῇσιν ἐποπτεύεις μελέτῃσιν, ταῦτα δέ σοι μάλα πάντα δι᾿ αἰῶνος παρέσονται, ἄλλα τε πόλλ’ ἀπὸ τῶνδε κτ . . ηται· αὐτὰ γὰρ αὔξει ταῦτ᾿ εἰς ἦθος ἕκαστον, ὅπη φύσις ἐστὶν |ἑκάστῳ. f. 98r εἰ δὲ σύ γ’ ἀλλοίων ἐπορέξεαι οἷα κατ’ ἄνδρας μυρία δειλὰ πέλονται ἅ τ᾿ ἀμβλύνουσι μέριμναι, ἦ σ’ ἄφαρ ἐκλείψουσι περιπλομένοιο χρόνοιο σφῶν αὐτῶν ποθέοντα φίλην ἐπὶ γένναν ἱκέσθαι· πάντα γὰρ ἴσθι φρόνησιν ἔχειν καὶ νώματος αἶσαν.