Ancient Greek · ~2 min
29.3 to 29.4
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.3-4
Not analysed yet
ὅτι δ᾿ ἂν δράσῃ ἄνθρωπος ἐν τῷ βίῳ κακὸν [ἄνθρωπος] καὶ διαλάθῃ, κεκέρδηκε, τὴν ὑπὸ ἀνθρώπων διαφυγὼν κόλασιν· ὅτι δ᾿ ἂν κτήσηται καὶ πλουτήσας δοξασθῇ, τοῦτο κεκέρδηκε· μέλειν δὲ Νῷ μηδὲν τῶν κατὰ ἴνα. καὶ οἱ μὲν Φαρισαῖοι φιλάλληλοι, οἱ δὲ Σαδδουκαῖοι φίλαυτοι. αὕτη ἡ αἵρεσις περὶ τὴν Σαμάρειαν μᾶλλον ἐκρατύνθη. καὶ αὐτοὶ δὲ τοῖς τοῦ νόμου ἔθεσι προσέχουσι, λέγοντες δεῖν οὕτω ζῆν, ἳνα καλώς βιώσῃ καὶ τέκνα ἐπὶ γῆς καταλείπῃ. προφήταις δὲ οὐ προσέχουσιν, ἀλλ᾿ οὐδὲ ἑτέροις τισὶ σοφοῖς, πλὴν μόνῳ τῷ διὰ Μωσέως νόμῳ, μηδὲν ἑρμηνεύοντες. ταῦτα μὲν οὖν, ἂ καὶ οἱ Σαδδουκαῖοι αἱρετίζουσιν.