Ancient Greek · ~2 min
ΤΟΥ ΚΑΤΑ ΠΔΣΩΝ ΑΙΠΕΣΕΩΝ ΕΑΕΓΧΟΥ ΒΙΒΔΙΟΝ >, Chapter 29
Hippolytus Scr. Eccl., Refutatio Omnium Haeresium 29.5
Not analysed yet
†τε ὅλως, φηθί, γεννητὸν οὐδέν, Πατὴρ δὲ ἦν μόνος ἀγέννητος, οὐ τόπον ἔχων, οὐ χρόνον, οὐ σύμβουλον, οὐκ ἄλλην τινὰ κατ’ ούδένα τῶν τρόπων νοηθῆναι δυναμένην οὐδίαν· ἀλλὰ ἦν μόνος, ἠρεμῶν, ὡς λἐγουσι, καὶ ἀναπαυόμενος αὐτὸς ἐν ἑαυτῷ μόνος. ἐπεὶ δὲ ἦν γόνιμος, ἔδοξεν αὐτῷ ποτε τὸ κάλλιστον καὶ τελεώτατον, ὅ εἶχεν ἐν ἐαυτῷ, γεννῆσαι καὶ προαγαγεῖν· φιλέρημος γὰρ οὐκ ἦν. ἄγάπη γάρ, φησίν, ἦν ὅλος, ἡ δὲ ἀγάπη οὐκ ἔστιν ἀγάπη, ἐὰν μὴ ῇ τὸ ἀγαπώμενον.